Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 16.385 Joseph. AJ 16.391 (English) >>Joseph. AJ 16.397

16.389διακαρτεροῦντός τε τοῦ Τίρωνος ὁρῶν νεανίσκος τὸν πατέρα χαλεπῶς μὲν ἤδη διακείμενον, ἔχοντα δὲ οὐδεμίαν ἐλπίδα σωτηρίας αὑτῷ τε τὸ μέλλον ἐκ τῆς περὶ τὸν πάσχοντα δυσχερείας προῦπτον, ἔφη μηνύσειν τῷ βασιλεῖ τὴν ἀλήθειαν, εἰ παραιτήσεται διὰ τοῦ φράσαι τῆς βασάνου καὶ τῆς αἰκίας αὐτόν τε καὶ τὸν πατέρα. 16.390δόντος δὲ πίστιν ἐπὶ τούτοις ἔλεγεν ὡς εἴη τις συνθήκη ἐπιθέσθαι διʼ αὐτοχειρίας βασιλεῖ τὸν Τίρωνα, προσελθεῖν γὰρ εὔπορον εἶναι μόνον μόνῳ καὶ δράσαντα παθεῖν τι τῶν εἰκότων οὐκ ἀγεννὲς Ἀλεξάνδρῳ χαριζόμενον. 16.391ταῦτα μὲν οὖν ἐκεῖνος εἰπὼν ἐξαιρεῖται τὸν πατέρα τῆς ἀνάγκης, ἄδηλον εἴτε τὴν ἀλήθειαν ἐκβιασθεὶς φράζειν, εἴτε κἂν παραγραφὴν νοήσας τινὰ ταύτην τῶν κακῶν αὐτῷ καὶ τῷ γεγεννηκότι. 16.392

δὲ Ἡρώδης οὐδʼ εἴ τι πρότερον ἦν αὐτῷ ἐνδοιάσιμον περὶ τὴν τεκνοκτονίαν τούτῳ τόπον χώραν ἐν τῇ ψυχῇ καταλελοιπώς, ἀλλὰ πᾶν ἐξῃρημένος τὸ δυνησόμενον αὐτῷ μετάνοιαν ἀμείνονος λογισμοῦ παρασχεῖν ἔσπευσεν ἤδη τέλος ἐπιθεῖναι τῇ προαιρέσει. 16.393καὶ προαγαγὼν εἰς ἐκκλησίαν τριακοσίους τε τῶν ἡγεμόνων τοὺς ἐν αἰτίᾳ γενομένους καὶ τὸν Τίρωνα σὺν τῷ παιδὶ καὶ τῷ πρὸ ἐκείνου διελέγχοντι κουρεῖ κατηγορίαν ἁπάντων αὐτῶν ἐποιήσατο. 16.394κἀκείνους μὲν τὸ πλῆθος ἀεὶ τοῖς παρατυχοῦσιν βάλλοντες ἀπέκτειναν. Ἀλέξανδρος δὲ καὶ Ἀριστόβουλος ἀχθέντες εἰς Σεβαστὴν ἐπιτάξαντος τοῦ πατρὸς στραγγάλῃ κτείνονται. τὰ δὲ σώματα νύκτωρ εἰς Ἀλεξάνδρειον ἀπέθεντο τοῦ τε μητροπάτορος ἐκεῖ καὶ τῶν πλείστων αὐτοῖς προγόνων κειμένων.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 16.385 Joseph. AJ 16.391 (English) >>Joseph. AJ 16.397

Powered by PhiloLogic